Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 2 Dem. 3 (English) >>Dem. 4

Ὀλυνθιακὸς Γ

3.1οὐχὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν, ἄνδρες Ἀθηναῖοι, ὅταν τʼ εἰς τὰ πράγματʼ ἀποβλέψω καὶ ὅταν πρὸς τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους περὶ τοῦ τιμωρήσασθαι Φίλιππον ὁρῶ γιγνομένους, τὰ δὲ πράγματʼ εἰς τοῦτο προήκοντα, ὥσθʼ ὅπως μὴ πεισόμεθʼ αὐτοὶ πρότερον κακῶς σκέψασθαι δέον. οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν οἱ τὰ τοιαῦτα λέγοντες τὴν ὑπόθεσιν, περὶ ἧς βουλεύεσθε, οὐχὶ τὴν οὖσαν παριστάντες ὑμῖν ἁμαρτάνειν. 3.2ἐγὼ δέ, ὅτι μέν ποτʼ ἐξῆν τῇ πόλει καὶ τὰ αὑτῆς ἔχειν ἀσφαλῶς καὶ Φίλιππον τιμωρήσασθαι, καὶ μάλʼ ἀκριβῶς οἶδα· ἐπʼ ἐμοῦ γάρ, οὐ πάλαι γέγονεν ταῦτʼ ἀμφότερα· νῦν μέντοι πέπεισμαι τοῦθʼ ἱκανὸν προλαβεῖν ἡμῖν εἶναι τὴν πρώτην, ὅπως τοὺς συμμάχους σώσομεν. ἐὰν γὰρ τοῦτο βεβαίως ὑπάρξῃ, τότε καὶ περὶ τοῦ τίνα τιμωρήσεταί τις καὶ ὃν τρόπον ἐξέσται σκοπεῖν· πρὶν δὲ τὴν ἀρχὴν ὀρθῶς ὑποθέσθαι, μάταιον ἡγοῦμαι περὶ τῆς τελευτῆς ὁντινοῦν ποιεῖσθαι λόγον.

3.3 μὲν οὖν παρὼν καιρός, εἴπερ ποτέ, πολλῆς φροντίδος καὶ βουλῆς δεῖται· ἐγὼ δʼ οὐχ τι χρὴ περὶ τῶν παρόντων συμβουλεῦσαι χαλεπώτατον ἡγοῦμαι, ἀλλʼ ἐκεῖνʼ ἀπορῶ, τίνα χρὴ τρόπον, ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν. πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα, τὰ πλείω τῶν πραγμάτων ἡμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν τῷ μὴ συνιέναι. ἀξιῶ δʼ ὑμᾶς, ἂν μετὰ παρρησίας ποιῶμαι τοὺς λόγους, ὑπομένειν, τοῦτο θεωροῦντας, εἰ τἀληθῆ λέγω, καὶ διὰ τοῦτο, ἵνα τὰ λοιπὰ βελτίω γένηται· ὁρᾶτε γὰρ ὡς ἐκ τοῦ πρὸς χάριν δημηγορεῖν ἐνίους εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα.

3.4ἀναγκαῖον δʼ ὑπολαμβάνω μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι. μέμνησθʼ, ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ τρίτον τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν. τότε τοίνυν μὴν μὲν ἦν μαιμακτηριών· πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντʼ ἐτῶν αὐτοὺς ἐμβαίνειν καὶ τάλανθʼ ἑξήκοντʼ εἰσφέρειν. 3.5καὶ μετὰ ταῦτα διελθόντος τοῦ ἐνιαυτοῦ τούτου ἑκατομβαιών, μεταγειτνιών, βοηδρομιών· τούτου τοῦ μηνὸς μόγις μετὰ τὰ μυστήρια δέκα ναῦς ἀπεστείλατʼ ἔχοντα κενὰς Χαρίδημον καὶ πέντε τάλαντʼ ἀργυρίου. ὡς γὰρ ἠγγέλθη Φίλιππος ἀσθενῶν τεθνεώς (ἦλθε γὰρ ἀμφότερα), οὐκέτι καιρὸν οὐδένα τοῦ βοηθεῖν νομίσαντες ἀφεῖτʼ, ἄνδρες Ἀθηναῖοι, τὸν ἀπόστολον. ἦν δʼ οὗτος καιρὸς αὐτός· εἰ γὰρ τότʼ ἐκεῖσʼ ἐβοηθήσαμεν, ὥσπερ ἐψηφισάμεθα, προθύμως, οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν Φίλιππος σωθείς.

3.6τὰ μὲν δὴ τότε πραχθέντʼ οὐκ ἂν ἄλλως ἔχοι· νῦν δʼ ἑτέρου πολέμου καιρὸς ἥκει τις, διʼ ὃν καὶ περὶ τούτων ἐμνήσθην, ἵνα μὴ ταὐτὰ πάθητε. τί δὴ χρησόμεθʼ, ἄνδρες Ἀθηναῖοι, τούτῳ; εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει κατὰ τὸ δυνατόν, θεάσασθʼ ὃν τρόπον ὑμεῖς ἐστρατηγηκότες πάντʼ ἔσεσθʼ ὑπὲρ Φιλίππου. 3.7ὑπῆρχον Ὀλύνθιοι δύναμίν τινα κεκτημένοι, καὶ διέκειθʼ οὕτω τὰ πράγματα· οὔτε Φίλιππος ἐθάρρει τούτους οὔθʼ οὗτοι Φίλιππον. ἐπράξαμεν ἡμεῖς κἀκεῖνοι πρὸς ἡμᾶς εἰρήνην· ἦν τοῦθʼ ὥσπερ ἐμπόδισμά τι τῷ Φιλίππῳ καὶ δυσχερές, πόλιν μεγάλην ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς διηλλαγμένην πρὸς ἡμᾶς. ἐκπολεμῶσαι δεῖν ᾠόμεθα τοὺς ἀνθρώπους ἐκ παντὸς τρόπου, καὶ πάντες ἐθρύλουν, πέπρακται νυνὶ τοῦθʼ ὁπωσδήποτε. 3.8τί οὖν ὑπόλοιπον, ἄνδρες Ἀθηναῖοι, πλὴν βοηθεῖν ἐρρωμένως καὶ προθύμως; ἐγὼ μὲν οὐχ ὁρῶ· χωρὶς γὰρ τῆς περιστάσης ἂν ἡμᾶς αἰσχύνης, εἰ καθυφείμεθά τι τῶν πραγμάτων, οὐδὲ τὸν φόβον, ἄνδρες Ἀθηναῖοι, μικρὸν ὁρῶ τὸν τῶν μετὰ ταῦτα, ἐχόντων μὲν ὡς ἔχουσι Θηβαίων ἡμῖν, ἀπειρηκότων δὲ χρήμασι Φωκέων, μηδενὸς δʼ ἐμποδὼν ὄντος Φιλίππῳ τὰ παρόντα καταστρεψαμένῳ πρὸς ταῦτʼ ἐπικλῖναι τὰ πράγματα. 3.9ἀλλὰ μὴν εἴ τις ὑμῶν εἰς τοῦτʼ ἀναβάλλεται ποιήσειν τὰ δέοντα, ἰδεῖν ἐγγύθεν βούλεται τὰ δεινά, ἐξὸν ἀκούειν ἄλλοθι γιγνόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν· ὅτι γὰρ εἰς τοῦτο περιστήσεται τὰ πράγματα, ἐὰν τὰ παρόντα προώμεθα, σχεδὸν ἴσμεν ἅπαντες δήπου.

3.10ἀλλʼ ὅτι μὲν δὴ δεῖ βοηθεῖν, εἴποι τις ἄν, πάντες ἐγνώκαμεν, καὶ βοηθήσομεν· τὸ δʼ ὅπως, τοῦτο λέγε. μὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, θαυμάσητε, ἂν παράδοξον εἴπω τι τοῖς πολλοῖς. νομοθέτας καθίσατε. ἐν δὲ τούτοις τοῖς νομοθέταις μὴ θῆσθε νόμον μηδένα (εἰσὶ γὰρ ὑμῖν ἱκανοί), ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε. 3.11λέγω τοὺς περὶ τῶν θεωρικῶν, σαφῶς οὑτωσί, καὶ τοὺς περὶ τῶν στρατευομένων ἐνίους, ὧν οἱ μὲν τὰ στρατιωτικὰ τοῖς οἴκοι μένουσι διανέμουσι θεωρικά, οἱ δὲ τοὺς ἀτακτοῦντας ἀθῴους καθιστᾶσιν, εἶτα καὶ τοὺς τὰ δέοντα ποιεῖν βουλομένους ἀθυμοτέρους ποιοῦσιν. ἐπειδὰν δὲ ταῦτα λύσητε καὶ τὴν τοῦ τὰ βέλτιστα λέγειν ὁδὸν παράσχητʼ ἀσφαλῆ, τηνικαῦτα τὸν γράψονθʼ πάντες ἴσθʼ ὅτι συμφέρει ζητεῖτε. 3.12πρὶν δὲ ταῦτα πρᾶξαι, μὴ σκοπεῖτε τίς εἰπὼν τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν ὑφʼ ὑμῶν ἀπολέσθαι βουλήσεται· οὐ γὰρ εὑρήσετε, ἄλλως τε καὶ τούτου μόνου περιγίγνεσθαι μέλλοντος, παθεῖν ἀδίκως τι κακὸν τὸν ταῦτʼ εἰπόντα καὶ γράψαντα, μηδὲν δʼ ὠφελῆσαι τὰ πράγματα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν μᾶλλον ἔτʼ νῦν τὸ τὰ βέλτιστα λέγειν φοβερώτερον ποιῆσαι. καὶ λύειν γʼ, ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους δεῖ τούτους τοὺς αὐτοὺς ἀξιοῦν οἵπερ καὶ τεθήκασιν· 3.13οὐ γάρ ἐστι δίκαιον, τὴν μὲν χάριν, πᾶσαν ἔβλαπτε τὴν πόλιν, τοῖς τότε θεῖσιν ὑπάρχειν, τὴν δʼ ἀπέχθειαν, διʼ ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστʼ εἰπόντι ζημίαν γενέσθαι. πρὶν δὲ ταῦτʼ εὐτρεπίσαι, μηδαμῶς, ἄνδρες Ἀθηναῖοι, μηδένʼ ἀξιοῦτε τηλικοῦτον εἶναι παρʼ ὑμῖν ὥστε τοὺς νόμους τούτους παραβάντα μὴ δοῦναι δίκην, μηδʼ οὕτως ἀνόητον ὥστʼ εἰς προῦπτον κακὸν αὑτὸν ἐμβαλεῖν.

3.14οὐ μὴν οὐδʼ ἐκεῖνό γʼ ὑμᾶς ἀγνοεῖν δεῖ, ἄνδρες Ἀθηναῖοι, ὅτι ψήφισμʼ οὐδενὸς ἄξιόν ἐστιν, ἂν μὴ προσγένηται τὸ ποιεῖν ἐθέλειν τά γε δόξαντα προθύμως ὑμᾶς. εἰ γὰρ αὐτάρκη τὰ ψηφίσματʼ ἦν ὑμᾶς ἀναγκάζειν προσήκει πράττειν περὶ ὧν γραφείη διαπράξασθαι, οὔτʼ ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι μικρά, μᾶλλον δʼ οὐδὲν ἐπράττετε τούτων, οὔτε Φίλιππος τοσοῦτον ὑβρίκει χρόνον· πάλαι γὰρ ἂν εἵνεκά γε ψηφισμάτων ἐδεδώκει δίκην. 3.15ἀλλʼ οὐχ οὕτω ταῦτʼ ἔχει· τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. τοῦτʼ οὖν δεῖ προσεῖναι, τὰ δʼ ἄλλʼ ὑπάρχει· καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρʼ ὑμῖν εἰσιν, ἄνδρες Ἀθηναῖοι, δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα, καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν ὀρθῶς ποιῆτε. 3.16τίνα γὰρ χρόνον τίνα καιρόν, ἄνδρες Ἀθηναῖοι, τοῦ παρόντος βελτίω ζητεῖτε; πόθʼ δεῖ πράξετʼ, εἰ μὴ νῦν; οὐχ ἅπαντα μὲν ἡμῶν προείληφε τὰ χωρίʼ ἅνθρωπος, εἰ δὲ καὶ ταύτης κύριος τῆς χώρας γενήσεται, πάντων αἴσχιστα πεισόμεθα; οὐχ οὕς, εἰ πολεμήσαιεν, ἑτοίμως σώσειν ὑπισχνούμεθα, οὗτοι νῦν πολεμοῦσιν; 3.17 οὐκ ἐχθρός; οὐκ ἔχων τὰ ἡμέτερα; οὐ βάρβαρος; οὐχ τι ἂν εἴποι τις; ἀλλὰ πρὸς θεῶν πάντʼ ἐάσαντες καὶ μόνον οὐχὶ συγκατασκευάσαντες αὐτῷ, τότε τοὺς αἰτίους οἵτινες τούτων ζητήσομεν; οὐ γὰρ αὐτοί γʼ αἴτιοι φήσομεν εἶναι, σαφῶς οἶδα τοῦτʼ ἐγώ. οὐδὲ γὰρ ἐν τοῖς τοῦ πολέμου κινδύνοις τῶν φυγόντων οὐδεὶς ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τοῦ στρατηγοῦ καὶ τῶν πλησίον καὶ πάντων μᾶλλον, ἥττηνται δʼ ὅμως διὰ πάντας τοὺς φυγόντας δήπου· μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν ἄλλων, εἰ δὲ τοῦτʼ ἐποίει ἕκαστος, ἐνίκων ἄν. 3.18καὶ νῦν, οὐ λέγει τις τὰ βέλτιστα· ἀναστὰς ἄλλος εἰπάτω, μὴ τοῦτον αἰτιάσθω. ἕτερος λέγει τις βελτίω· ταῦτα ποιεῖτʼ ἀγαθῇ τύχῃ. ἀλλʼ οὐχ ἡδέα ταῦτα· οὐκέτι τοῦθʼ λέγων ἀδικεῖπλὴν εἰ δέον εὔξασθαι παραλείπει. εὔξασθαι μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, ῥᾴδιον, εἰς ταὐτὸ πάνθʼ ὅσα βούλεταί τις ἁθροίσαντʼ ἐν ὀλίγῳ· ἑλέσθαι δʼ, ὅταν περὶ πραγμάτων προτεθῇ σκοπεῖν, οὐκέθʼ ὁμοίως εὔπορον, ἀλλὰ δεῖ τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων, ἂν μὴ συναμφότερʼ ἐξῇ, λαμβάνειν. 3.19εἰ δέ τις ἡμῖν ἔχει καὶ τὰ θεωρικὰ ἐᾶν καὶ πόρους ἑτέρους λέγειν στρατιωτικούς, οὐχ οὗτος κρείττων; εἴποι τις ἄν. φήμʼ ἔγωγε, εἴπερ ἔστιν, ἄνδρες Ἀθηναῖοι· ἀλλὰ θαυμάζω εἴ τῴ ποτʼ ἀνθρώπων γέγονεν γενήσεται, ἂν τὰ παρόντʼ ἀναλώσῃ πρὸς μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς δεῖ. ἀλλʼ, οἶμαι, μέγα τοῖς τοιούτοις ὑπάρχει λόγοις παρʼ ἑκάστου βούλησις, διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· γὰρ βούλεται, τοῦθʼ ἕκαστος καὶ οἴεται, τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν. 3.20ὁρᾶτʼ οὖν, ἄνδρες Ἀθηναῖοι, ταῦθʼ οὕτως, ὅπως καὶ τὰ πράγματʼ ἐνδέχεται καὶ δυνήσεσθʼ ἐξιέναι καὶ μισθὸν ἕξετε. οὔ τοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτʼ ὀνείδη φέρειν, οὐδʼ ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι, Φίλιππον δʼ ἐᾶν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι διʼ ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις.

3.21καὶ ταῦτʼ οὐχ ἵνʼ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων οὐδʼ ἀτυχής εἰμʼ ἐγὼ ὥστʼ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων· ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα. 3.22ἐξ οὗ δʼ οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι ῥήτορεςτί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;” προπέποται τῆς παραυτίκα χάριτος τὰ τῆς πόλεως πράγματα, καὶ τοιαυτὶ συμβαίνει, καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δʼ ὑμέτερʼ αἰσχρῶς. 3.23καίτοι σκέψασθʼ, ἄνδρες Ἀθηναῖοι, τις ἂν κεφάλαιʼ εἰπεῖν ἔχοι τῶν τʼ ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλʼ οἰκείοις, ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι. 3.24ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθʼ οἱ λέγοντες οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δʼ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουε δʼ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαιʼ αὐτοὶ στρατευόμενοι, μόνοι δʼ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. 3.25ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθʼ ὁποῖοι, ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις. δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι· ἰδίᾳ δʼ οὕτω σώφρονες ἦσαν καὶ σφόδρʼ ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, 3.26ὥστε τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρʼ οἶδεν ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν· οὐ γὰρ εἰς περιουσίαν ἐπράττετʼ αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως ἐκτήσαντʼ εὐδαιμονίαν. 3.27τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματʼ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματʼ ἔχει; ἆρά γʼ ὁμοίως παραπλησίως; οἷςτὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δʼ ἡμῖν καὶ τὰ ἡμέτερʼ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, 3.28ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν παρʼ ἡμῶν αὐτῶν Φίλιππος. 3.29ἀλλʼ, τᾶν, εἰ ταῦτα φαύλως, τά γʼ ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι; τὰς ἐπάλξεις ἃς κονιῶμεν, καὶ τὰς ὁδοὺς ἃς ἐπισκευάζομεν, καὶ κρήνας, καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἱ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ τὰ τούτων ηὔξηται.

3.30τί δὴ τὸ πάντων αἴτιον τούτων, καὶ τί δή ποθʼ ἅπαντʼ εἶχε καλῶς τότε, καὶ νῦν οὐκ ὀρθῶς; ὅτι τότε μὲν πράττειν καὶ στρατεύεσθαι τολμῶν αὐτὸς δῆμος δεσπότης τῶν πολιτευομένων ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν· 3.31νῦν δὲ τοὐναντίον κύριοι μὲν οἱ πολιτευόμενοι τῶν ἀγαθῶν, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δʼ δῆμος, ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν Βοηδρόμια πέμψωσιν οὗτοι, καὶ τὸ πάντων ἀνδρειότατον, τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἱ δʼ ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσʼ ἐπὶ ταῦτα καὶ τιθασεύουσι χειροήθεις αὑτοῖς ποιοῦντες. 3.32ἔστι δʼ οὐδέποτʼ, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας· ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων , τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν. ταῦτα μὰ τὴν Δήμητρʼ οὐκ ἂν θαυμάσαιμʼ εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρʼ ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι· οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρʼ ὑμῖν ἐστιν, ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονεν θαυμάζω.

3.33ἐὰν οὖν ἀλλὰ νῦν γʼ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρῆσθαι, ἴσως ἄν, ἴσως, ἄνδρες Ἀθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθʼ ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ· καὶ ταῦθʼ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτʼ ἐστὶν ὥστʼ ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτʼ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλʼ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα. 3.34οὐκοῦν σὺ μισθοφορὰν λέγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιθʼ πόλις, τοῦθʼ ὑπάρχοι. ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων, τοῦ διʼ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον οἷον καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ὑμῶν· ὅσʼ οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτʼ ἐν ἴσῃ τάξει λαμβάνων πάντʼ ἐφορῶν καὶ διοικῶν χρὴ πράττεσθαι. 3.35ὅλως δʼ οὔτʼ ἀφελὼν οὔτε προσθείς, πλὴν μικρῶν, τὴν ἀταξίαν ἀνελὼν εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθʼ τι καθʼ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας. οὐκ ἔστιν ὅπου μηδὲν ἐγὼ ποιοῦσι τὰ τῶν ποιούντων εἶπον ὡς δεῖ νέμειν, οὐδʼ αὐτοὺς μὲν ἀργεῖν καὶ σχολάζειν καὶ ἀπορεῖν, ὅτι δʼ οἱ τοῦ δεῖνος νικῶσι ξένοι, ταῦτα πυνθάνεσθαι· ταῦτα γὰρ νυνὶ γίγνεται. 3.36καὶ οὐχὶ μέμφομαι τὸν ποιοῦντά τι τῶν δεόντων ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ ὑμᾶς ὑπὲρ ὑμῶν αὐτῶν ἀξιῶ πράττειν ταῦτʼ ἐφʼ οἷς ἑτέρους τιμᾶτε, καὶ μὴ παραχωρεῖν, ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἣν ὑμῖν οἱ πρόγονοι τῆς ἀρετῆς μετὰ πολλῶν καὶ καλῶν κινδύνων κτησάμενοι κατέλιπον.

σχεδὸν εἴρηχʼ νομίζω συμφέρειν· ὑμεῖς δʼ ἕλοισθʼ τι καὶ τῇ πόλει καὶ ἅπασι συνοίσειν ὑμῖν μέλλει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 2 Dem. 3 (English) >>Dem. 4

Powered by PhiloLogic